Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Μαρτίου 2009

ΠΑΤΕΡ ΙΩΑΝΝΗ ΟΣΙΕ, ΔΙΑ ΠΑΝΤΟΣ ΑΛΗΘΩΣ....ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονῶς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, Καταστρεψάμενος.
Πάτερ Ἰωάννη ἔνδοξε, ταὶς τῶν δακρύων πηγαίς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἢς ἐπαξίως νύν, ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.
Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῶ παντεπόπτη κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαὶς ἀσκήσεως τῶ λογισμῶ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.