Ἐν πνεύματι προβλέπων Προφήτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, Δόξα τὴ δυνάμει σου Κύριε.
Νηστεία χαλινώσας τῆς γλώττης τὰς ὁρμᾷς, ἡσυχία ἴθυνας τὸν βίον σου Σοφέ, ὡς ὀσμὴν δὲ πυρὸς γευσάμενος χάριν Ὑψίστου, πολυέπειαν ὡς ἀχλὺν τῆς ἁμαρτίας ἔφυγες, ἀμέμπτως λατρεύων Θεῷ.
Ἀφθόνως ἀληθεία γλυκάνας τὴν ψυχήν, τὴν πικρὰν ἐξέφυγες τοῦ ψεύδους μετοχήν, διὸ ἀσκήσει ἐνθέω καταδουλώσας, δαιμόνων δούλους θεορρῆμον Ἰωάννη, ὤφθης Μοναστῶν ὁδηγὸς ἀπλανής.
Στενούμενος τῶ τόνω ἀσκήσεως στερρῶς, ἀκηδίας λέλυκας τὴν πάρεσιν Σοφέ, καὶ προθυμίας τῶ δόρατι θανατώσας, τῆς ἀθυμίας τὴν ἰσχύν, Θεῷ πρεσβεύεις, πάσιν ἱλασμὸν δωρηθῆναι ἡμῖν.