Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 23 Φεβρουαρίου 2009

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΑΡΡΗΤΩ ΣΟΦΙΑ....

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτω σοφία, ἤκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορὰ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Ἡ φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν.
Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῶ θρόνω τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθᾶσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρώς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας.
Ἡ τῆς ἄγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῶ τὴν καρδίαν σοί, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε.
Στεφηφορούντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιάς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, Πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῶ Χριστῷ σε, προθύμως προβαλλόμεθα.