Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 23 Φεβρουαρίου 2009

Ο ΤΟΥ ΦΩΤΟΣ ΑΡΧΗΓΟΣ, ΚΑΙ ΤΩΝ ΑΙΩΝΩΝ ΠΟΙΗΤΗΣ ΚΥΡΙΟΣ....

Ὁ τοῦ φωτὸς ἀρχηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς, ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Αἴγλη τοῦ Πνεύματος σύ, καταλαμπόμενος τὸν νοῦν Ὅσιε, συμβολικῶς, πυρὶ φλεγομένω, σαφῶς ἐμυήθης, τὴν διὰ πυρός σου, θεόφρον τελείωσιν.
Ῥεῖθρον ἐδέξω ζωῆς, ὡς ἐκ χειμάρρου τῆς τρυφῆς Ὅσιε, τῶ μαθητὴ τῶ ἠγαπημένω, μεμαθητευμένος, τῶ ἀρυσαμένω, σοφίας τὴν ἄβυσσον.
Πλοῦτον καὶ δόξαν, λαμπρὰν καὶ μῆκος βίου, καὶ ζωὴν ἄφθαρτον, ἡ ἀληθὴς σοφία Χριστὸς σοί, δεδώρηται Πάτερ, ὡς διαφερόντως αὐτὸν ἀγαπήσαντι.