Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
Πολυκαρπίαν φέρουσα, τῶν ἀρετῶν πολύκαρπος φυτεία, τῶ Δεσπότη ὤφθης, Πάτερ Πολύκαρπε.
Ὁλοκαύτωμα τέλειον, καὶ καθαρὰ θυσία προσηνέχθης, τῶ Σωτήρι πάντων, Πάτερ Πολύκαρπε.
Λαὸν εὐσεβῶς Ὅσιε, καθοδηγῶν πρὸς φῶς θεογνωσίας, τὸν τῆς ἄθεϊας ζόφον ἀπήλασας.
Ὑμνολογοῦμεν Ἔνδοξε, τὴν τῆς ψυχῆς στερράν σου καρτερίαν, καὶ τῶν σῶν ἄγωνων τὸ ἀκαθαίρετον.