Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 11 Ιανουαρίου 2009

ΘΕΟΦΟΡΕ ΘΕΟΔΟΣΙΕ ...

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εἰκότως ἠξιώθης τῆς μακαρίας ζωῆς, ἁγνεία καὶ ἀσκήσει ταύτην εὑρῶν, ζῶν γὰρ μετέστης πρὸς τὴν ἄνω ζωήν, πᾶσι χαίρειν εἰπών, καὶ σὺν τοὶς Ἀσωμάτοις, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Παρθένου ἀφράστως σάρκα λαβόντα, καὶ καταδύσαντα τὰς ἡμῶν ἁμαρτίας, ἐν τῷ Βαπτίσματι, ἐν ῥείθροις Ἰορδάνου. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τὴ οἰκουμένη, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.