Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 9 Ιανουαρίου 2009

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΟΤΕ ....

Θεοῦ συγκατάβασιν, τὸ πὺρ ἠδέσθη ἐν Βαβυλώνι ποτέ, διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνω ἀγαλλομένω ποδί, ὡς ἐν λειμώνι χορεύοντες ἔψαλλον. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπέδειξας Δέσποτα, τῶ σῶ οἰκέτη τὴν δυναστείαν σου, διὰ τοῦτο Προθύμως, πρὸς τοὺς ἀγῶνας, ἦλθεν αὐτόκλητος, καὶ νικηφόρος γενόμενος ἔψαλλεν. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Κλητὴ καὶ πανεύσημος, ἡ ἑορτή σου Μάρτυς ἀνέτειλε, τῆς γὰρ ἐπιφανείας τοῦ σοῦ Δεσπότου, φῶς ἐπιφέρεται, καὶ καταυγάζει τοὺς πίστει κραυγάζοντας. Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τὸν πλοῦτον τὸν ἄσυλον, τὸ διαμένον εὗρες ἀξίωμα, καὶ τὸ μὴ διαπίπτον, ἀλλ' εἰς αἰῶνας ἀϊδιούμενον, εἴληφας κλέος, κραυγάζων θεσπέσιε. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.