Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 14 Ιανουαρίου 2009

ΝΑΜΑΣΙΝ ΕΝΘΑΠΤΕΙ ....

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. (Δίς)
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρώας, φωνῆς μαρτυρηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα.
Προφήτα, δεῦρο πρὸς με, ἔκτεινον τὴν χείρα, καὶ βάπτισόν με τάχος.
Προφήτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων, πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην.
Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τὴ τοῦ Προδρόμου.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου.
Σήμερον ὃ Δεσπότης, νάμασιν ἐνθάπτει, βροτῶν τὴν ἁμαρτίαν.
Σήμερον ὁ Δεσπότης, ἄνωθεν μαρτυρεῖται, Υἱὸς ἠγαπημένος.
Σήμερον ὁ Δεσπότης, ἦλθεν ἁγιᾶσαι, τὴν φύσιν τῶν ὑδάτων.
Σήμερον ὁ Δεσπότης, τὸ βάπτισμα λαμβάνει, ὑπὸ χειρὸς Προδρόμου.
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.