Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 14 Ιανουαρίου 2009

ΣΤΕΙΒΕΙ ΘΑΛΑΣΣΗΣ, ΚΥΜΑΤΟΥΜΕΝΟΝ ΣΑΛΟΝ ...

Στείβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὶλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμη κραταιά, δεξιὰς τοῦ Δεσπότου».
Ὄρθρου φανέντος τοὶς βροτοὶς σελασφόρου,
Νὺν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἠλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπᾶσαι,
Ῥύπου τε παντός, ἐκκαθάραι τὴν κτίσιν.
Ἄναρχε ῥείθροις, συνταφέντα σοὶ Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τὴ πλάνη ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην. Οὗτος ἠγαπημένος,
Ἴσος τὲ μοὶ Παίς, χρηματίζει τὴν φύσιν.