Μαρτυρικαὶς ἠγλαϊσμένη φαιδρότησι, τῶ καθαρῶ παρ ἵστασαι, Μάρτυς νυμφίω σου, ψυχοφθόρων πταισμάτων, αἰτοῦσα λυτρωθῆναι, τοὺς ἀνυμνούντάς σε.
Πλούτου φθαρτοῦ, Μάρτυς τελείως ἠλόγησας, ἐν οὐρανοῖς τὸν ἄφθαρτον, καὶ διαμένοντα, ἐκζητοῦσα προθύμως, καὶ χαίρουσα ὑπῆλθες, Μαρτύρων στάδιον.
Πρὸς αἰκισμούς, πρὸς ἀλγηδόνας καὶ μάστιγας, πολυειδεῖς ἀπτόητος, Μάρτυς ἐχώρησας, συνεργοῦσαν γὰρ εἶχες, τὴν χάριν τοῦ Σωτῆρος, ἐνδυναμούσάν σε.