Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 5 Ιανουαρίου 2009

Η ΤΡΙΑΣ Ο ΘΕΟΣ ΗΜΩΝ, ΕΑΥΤΗΝ ΗΜΙΝ ΣΗΜΕΡΟΝ, .....

Δόξα... Καὶ νύν...

Ἀλληλούϊα, τρὶς

Κύριε ἐλέησον γ'



Δόξα... Τροπάριον

Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τὴ μηλωτὴ Ἐλισαιέ, ἀναληφθέντος Ἡλιοῦ, καὶ διηρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν τοῦ βίου, διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ, ἁγιᾶσαι τὰ ὕδατα.

Καὶ νύν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δεσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Ἰδιόμελα

Ἦχος πλ. δ'

Ἡ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, τοῦ Προφήτου, καὶ ὑπὲρ πάντας τιμηθέντος τοὺς Προφήτας, ἐτρόμαξε νὺν χεὶρ δεξιά, ὅτε ἐθεάσατό σε τὸν Ἀμνὸν τοῦ Θεοῦ, τόν καθαίροντα κόσμου ἁμαρτήματα, καὶ ἀγωνία συσχεθεὶς ἐβόα. Οὗ τολμῶ προσψαῦσαι Λόγε τῆς κορυφῆς σου, αὐτὸς ἁγίασόν με, καὶ φώτισον οἰκτίρμον, αὐτὸς γὰρ εἶ ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ κόσμου.



Πάλιν τὸ αὐτὸ



Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιείμ.

Ἦχος δ'

Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ἑαυτὴν ἡμῖν σήμερον, ἀδιαιρέτως πεφανέρωκεν, ὁ μὲν γὰρ Πατήρ, ἐναργῆ μαρτυρίαν τῶ συγγενεῖ ἐπεφώνησε, τὸ Πεύμα περιστερὰς ἐν εἰκόνι κατέπτη οὐρανόθεν, ὁ Υἱὸς τὴν ἄχραντον κορυφὴν τῶ Προδρόμω ὑπέκλινε, καὶ βαπτισθείς, τὸ ἀνθρώπινον ἐκ δουλείας ἐρρύσατο, ὡς φιλάνθρωπος.



Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.