Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 12 Ιανουαρίου 2009

ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ ΠΑΡΑΝΟΜΟΥΝΤΟΣ, ΤΥΡΑΝΝΟΥ ΜΕΤΑΡΣΙΟΝ ....

Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Εὐτόνως Ἀήττητε σπαθιζομένη, μαστῶν τὴν ἀφαίρεσιν, ὑπέστης καρτερώτατα, πυρὶ οὐρανίω δέ, Μάρτυς κατέφλεξας, σέβειν τοὺς μὴ θέλοντας Θεόν, ὃν πᾶσα κτίσις ὑμνεῖ δοξάζουσα.
Ἐγκάρδιον φέρουσα τὸ πὺρ τὸ θεῖον, σοῦ τῆς ἀγαπήσεως, Χριστὲ ἡ Παναοίδιμος, τὸ πὺρ τὸ ὁμόδουλον οὐκ ἐδειλίασε, Παίδων εἰκονίζουσα τῶν πρίν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν στερρότητα.
Θηρῶν ἀγριότης σοὶ καθυπετάγη, λεόντων τὰ χάσματα, ἀπήμαντος παρέδραμες, Θεοῦ σὲ δοξάσαντος, τοῦτον δοξάσασαν, τούτου τὰ παθήματα τὴ σή, ἀναπληροῦσα σαρκὶ Πανεύφη με.