Τὶ ἀναχαιτίζεις σου τὰ ὕδατα ὧ Ἰορδάνη; τὶ ἀναποδίζεις τὸ ῥεῖθρον, καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν. Οὐ δύναμαι φέρειν, φησί, πὺρ καταναλίσκον, ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν, ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀναμάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν. Ἀκάνθας φλέγειν μὲ ἁμαρτημάτων διδάσκει, ὁ ἐν ἐμοὶ βαπτιζόμενος Χριστός, ὁ Ἰωάννης συμμαρτυρεῖ μοί, ἡ Φωνὴ τοῦ Λόγου βοᾷ, ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ πιστοὶ βοήσωμεν, ὁ ἐπιφανεῖς Θεός, εἰς τὴν ἡμῶν σωτηρίαν, δόξα σοί.