Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὗ κατέσεισαν, προσβολαὶ Μακάριε, σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως, καὶ παρέστης, τῶ Δεσπότη τῶν ἁπάντων, νικητικῶς στεφανούμενος.
Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλύσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου, κακεῖ γὰρ γενόμενος, καὶ τοὶς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως, εἰμὴ φθάσης, δι' ἀσκήσεως καὶ πονων, καὶ πρὸς Σιῶν τὴν οὐράνιον.
Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοὶς δάκρυσι, κατανύξει Ἔνδοξε, γὴν κατέβρεχες, καὶ ταὶς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον, ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ βλέποντα, ὃν ἐπόθησας, καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος.