Ὅτε, τῶ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρός ὑπερβάλλοντας, πόνους ἐχώρησας, ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὧ Τατιανὴ θεομακάριστε.
Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσω θείου Πνεύματος, τοῦ συνεργούντός σοί, τότε θήρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδούσά σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς, ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὧ Τατιανὴ θεομακάριστε.
Ξίφος, οὐδὲ πὺρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα, διαπύρω καρδία γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ' ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.