Μέγα καὶ φοβερόν, μυστήριον τελεῖται! Δεσπότης γὰρ τῶν ὅλων, βροτῶν εἰς ῥύψιν πάντων, χειρὶ δούλου βαπτίζεται.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστάφη εἰς ὀπίσω.
Ἄνωθεν ὁ Πατήρ, ἐβόα. Οὗτος ἔστιν, Υἱὸς ἀγαπητός μου, ὁ ἐν ῥείθροις Ἰορδάνου, σαρκὶ νὺν βαπτιζόμενος.
Τὶ σοὶ ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;
Τάξεις Ἀγγελικαί, ἰδοῦσαι τὸν Δεσπότην, ὁμοιωθέντα δούλοις, καὶ ῥείθροις βαπτισθέντα, ὑμνοῦσαι ἐξεπλήττοντο.