Ὅσιε Πάτερ, Ἱερώτατε Γρηγόριε, ὁ κάλαμος ὁ πλήρης τῆς Παρακλήτου πνοῆς, καὶ γλῶσσα τρανοτάτη τῆς εὐσεβείας, λύχνος πολύφωτος, τῆς θείας αὐγῆς, κῆρυξ ἀληθείας, κρηπὶς θεολογίας, πηγὴ δογμάτων τῶν ὑψηλῶν, τῶν διδαγμάτων χειμάρρους τῶν μελιρρύτων, λύρα θεόφθογγος ἀσμάτων θεογράφων, ἡ καθηδύνουσα πιστῶν τὰς διανοίας, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Πάνσοφε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὰς ψυχὰς ἡμῶν.