Τὸ εὐκλεὲς τῶν Πατέρων, ὄντως ποθήσασα, εὐκλείας τῆς ἀφθάρτου, ἐπεθύμησας, ὅθεν, ἐκστάσα τῶν ἠδέων, σῶμα τὸ σόν, πόνοις πάσιν ἐξέδωκας, καὶ νὺν τῶν πόνων λαμβάνεις τὰς ἀμοιβάς, τῶ Χριστῷ συμβασιλεύουσα.
Ὁ τὸν Ἰὼβ συγχωρήσας, τῶ ἐξαιτήσαντι, καὶ σὲ πυρῶσαι θέλων, ὡς χρυσίον ἀφῆκε, τὸ σῶμα πάσχειν βία τοῦ πονηροῦ, ὅθεν σὺ καταισχύνασα, τὴ καρτερία τῶν νόσων τὸν πειραστήν, τῶ τῆς νίκης στέφει ἔστεψαι.
Τὸ τοῦ νυμφίου ὡραῖον, κάλλος ποθήσασα, Χριστοῦ καὶ νυμφευθῆναι, τούτω σὺ βουληθεῖσα, πάσαις ταὶς ἰδέαις τῶν ἀγαθῶν, διὰ πόνων ἀσκήσεως, σαυτὴν ἐκόσμησας, ὅθεν, νὺν σὺν αὐτῷ, βασιλεύεις εἰς νυμφῶνα αὐτοῦ.