Μεσίτης Θεοῦ καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
Ἐξάψας τὸν νοῦν, τοῦ ἡμᾶς ἐν ῥείθροις καινουργήσαντος, σοφῶς ὑπεστήριζες, καταβεβλημένον δι' ἀσκήσεως, κρεμαστήρσι τὸ σῶμα, παμμάκαρ Θεοδόσιε.
Τὸν βίον ἀεί, τοῦ θανάτου θέμενος μελέτημα, ἐκδημῆσαι σπεύδων τε, πρὸς τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, σεαυτῶ ἐδομήσω, τὸν τάφον Θεοδόσιε.
Τὸν θάνατον Χριστοῦ, τὸν ἑκούσιον ὁ σὸς φοιτητής, ὁ κλεινὸς Βασίλειος, Πάτερ Θεοδόσιε μιμούμενος, τὸν καινὸν ἐγκαινίζει, τάφον ἀγαλλόμενος.