ΣΕ ΤΗΝ ΟΡΑΘΕΙΣΑΝ ΠΥΛΗΝ
«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις τιμῶμέν σε».
Σὺ τὰς λογικὰς λατρείας, καὶ θυσίας Πάτερ ἀναιμάκτους, προσφέρων Κυρίῳ, καρδίᾳ ἁγνοτάτῃ, καθαρὸν ἱερεῖον, προσήχθης δι' ἀθλήσεως.
Σὺ τῇ νοητῇ μαχαίρᾳ τῶν λόγων σου, τοῦ ψεύδους κεφαλὰς πολυμόρφους, Μάρκε τεμῶν, ἀνθρώποις τὴν ἀλήθειαν πᾶσι, κηρύξας ἐμεγάλυνας.
Σοῦ τῶν ἀθλητῶν πρεσβείαις, καὶ Μυσταγωγῶν σου ἱκεσίαις εὐεργέτα, Μάρκου τε καὶ Κυρίλλου, καὶ τῶν συναθλοφόρων, καὶ ἡμᾶς τῶν θείων χαρίτων καταξίωσον.