Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 29 Μαρτίου 2013

ΤΥΠΟΝ ΤΗΣ ΑΓΝΗΣ ΛΟΧΕΙΑΣ ΣΟΥ

«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

Ἴδε φωταυγὴς πανήγυρις, φωτοειδῶν Μαρτύρων ἔλαμψε σήμερον, νέφη πονηρὰ τῆς ἁμαρτίας σκεδάζουσα, καὶ φωτίζουσα θείῳ ἐν Πνεύματι, πιστῶν τὰς διανοίας, ταύτην προθύμως ἑορτάσωμεν.

Ὥσπερ δύο ἀνατέλλοντες, φωτοειδεῖς ἀστέρες πᾶσαν φωτίζετε, τὴν ὑπ' οὐρανόν, ταῖς τῶν ἀγώνων λαμπρότησιν, Ἰωνᾶ καὶ σοφὲ Βαραχήσιε· διὸ με τὸν ἐν σκότει τῆς ἁμαρτίας καταυγάσατε.

Στῦλοι Ἐκκλησίας ὤφθητε, ἀπεριτρέπτως ταύτην διαβαστάζοντες, Ἄβιβος ὁμοῦ, Ναρσῆς καὶ Μάρης Ἠλίας τε, Ἰωνᾶς Σηβεήθης καὶ Λάζαρος, καὶ Ζανιθᾶς καὶ Σάββας, καὶ Μαρουθᾶς καὶ Βαραχήσιος.

Ἤδη, μέτ' Ἀγγέλων Ἅγιοι, παρεστηκότες θρόνῳ τῆς δόξης πάντοτε, καὶ ταῖς ἀστραπαῖς, τῆς Τρισηλίου λαμπρότητος, αὐγαζόμενοι πάντας φωτίσατε, τοὺς πίστει τὴν φωσφόρον, ὑμῶν γεραίροντας πανήγυριν.