Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 22 Μαρτίου 2013

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς σε μακαρίζομεν».

Ἰδεῖν Ἁγίων τερπνὰς λαμπρότητας, ἀπολυθεὶς σαρκός, κατηξιώθης Πανόλβιε, καὶ Ἀγγέλων συνήφθης στρατεύμασι, μέλπων ἀεὶ σὺν τούτοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.

Ὡς φῶς παμμάκαρ, ὡς μέγας ἥλιος, ἐν οὐρανῷ Χριστοῦ τῆς Ἐκκλησίας ὁρώμενος, ταῖς τῶν ἄθλων φεγγοβόλοις λάμψεσι, καὶ θαυματουργημάτων, θείαις λαμπρότησι, πάντων καταυγάζεις, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.

Σαυτὸν τῶν ἄθλων ταῖς ὡραιότησι, πανευκλεῶς θεόθεν, Ἀθλοφόρε ὡραΐσας, καὶ Χριστῷ τῷ ὡραίῳ παρίστασαι, στέφος δικαιοσύνης, νῦν περικείμενος· ὅθεν σε τιμῶμεν οἱ πιστοὶ ἐπαγαλλόμενοι.

Ἡ γῆ τῇ θείᾳ ταφῇ ἡγίασται, τοῦ Ἱεροῦ Βασίλειε καὶ θείου σου σώματος, τῶν Δικαίων ἐσκίρτησαν πνεύματα, μέσον αὐτῶν τὸ πνεῦμά σου μάκαρ ἔχοντα, μεθ' ὧν πάντων μέμνησο, ἡμῶν τῶν μεμνημένων σου.