ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Μεταβέβηκας θεόφρον πρὸς οὐράνια, Παῦλε σκηνώματα, καὶ προσπελάσας Θεῷ, μεθέξει θεούμενος, ἔνθεος γέγονας, ψάλλων Ὅσιε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Νουθετούμενοι σοῖς λόγοις διδασκόμεθα, Παῦλε πανεύφημε, ὡς ἐν ἡλίοις τρισίν, ἀμέριστον ἄτμητον, σέβειν θεότητα, ᾗ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὡς πανίερος ἡ θεία καὶ θεάρεστος, ὁμολογία σου· ὡς γὰρ χρυσὸς καθαρθείς, Θεῷ προσενήνεξαι, θῦμα εὐπρόσδεκτον, ἀγαλλόμενος, τῇ ἐκμιμήσει Ὅσιε, τῶν παθῶν τῶν τοῦ Σωτῆρος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ