Χάρις ἡ τοῦ Πνεύματος, ἐν τῇ ψυχῇ σου σκηνώσασα, Ῥῳδίων πανεύφημε, Ἀπόστολον θεῖόν σε, καὶ λαμπρὸν φωστῆρα, τῆς οἰκονομίας, τοῦ κενωθέντος δι΄ἡμᾶς, δι΄εὐσπλαγχνίας πέλαγος ἔδειξεν· ἐντεῦθεν διηκόνησας, καὶ ἱερῶς ἐλειτούργησας, τοῖς αὐτοῦ ἐπιτάγμασι, διανοίας θερμότητι.
Παῦλος ὁ θεσπέσιος, σὲ συγγενῆ μεμαρτύρηκεν, Ῥῳδίων Ἀπόστολε, θερμῶς ἀνακείμενον, ὁλικῇ καρδίᾳ, Χριστῷ τῷ Σωτῆρι, οὗ τὸν Σταυρὸν φέρων σοφέ, ἀνακηρύττεις τὸ Εὐαγγέλιον, τῆς τούτου ἀγαθότητος, καὶ τῶν παθῶν τούτου μέτοχος, γεγονὼς συνδεδόξασαι, ἐν τῇ ἄνω λαμπρότητι.
Φθίαν ὡς κατέλαβες, θείῳ κινούμενος Πνεύματι, Ῥῳδίων μακάριε, τὸν λόγον τῆς χάριτος, ἅπασι κηρύττεις, καὶ ἐν Νέαις Πάτραις, ὡς παρεγένου τῷ φωτί, τῆς εὐσεβείας πολλοῖς κατήυγασας, ὡς ἔνθεος Ἀπόστολος, καὶ μαρτυρίου τοῖς σκάμμασι, τὴν ἐν ταύταις ἐλάμπρυνας, Ἐκκλησίαν ὑμνοῦσάν σε.
Χαίρει ἑορτάζουσα τὴν ἱεράν σου πανήγυριν, Ῥῳδίων Ἀπὀστολε, Ὑπάτη πόλις σου· ταύτης γὰρ αἰτία , καὶ πρόξενος ὤφθης τῶν ὑπὲρ λόγων ἀγαθῶν,Χριστοῦ κηρύξας τὴν ἀγαθότητα, καὶ ταύτης πρῶτος γέγονας, Ἀρχιερεὺς καὶ διδάσκαλος· ἣν καὶ νῦν περιφύλαττε, τῇ θερμῇ ἀντιλήψει σου.