Ἐν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».
Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως, γεγένηται Ἁγνή, σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.
Ἐν πνεύματι Προφῆται, προεῖδόν σε Ἁγνή, Ὄρος, Πύλην, Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.