Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 18 Σεπτεμβρίου 2009

ΑΙΓΛΗΣ ΤΡΙΦΕΓΓΟΥΣ ΠΛΗΡΟΥΜΕΝΑΙ, ΚΑΙ ΛΑΜΠΗΔΟΝΟΣ ΘΕΙΑΣ ΝΥΝ ΕΜΦΟΡΟΥΜΕΝΑΙ, ΑΙ ΟΜΩΝΥΜΟΙ, ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΙ ΦΕΡΩΝΥΜΟΙ, ΤΗΣ ΑΓΑΠΗΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΠΙΣΤΕΩΣ....

Αἴγλης τριφεγγοῦς πληρούμεναι, καὶ λαμπηδόνος θείας νῦν ἐμφορούμεναι, αἱ ὁμώνυμοι, τῶν ἀρετῶν καὶ φερώνυμοι, τῆς Ἀγάπης, Ἐλπίδος καὶ Πίστεως, ἐλπίδι καὶ ἀγάπῃ, ἡμᾶς καὶ πίστει βεβαιώσατε.

Ἴνα ἡ ἐξ ὕψους δύναμις, νῦν κατευνάσῃ τὸν κατέχοντα κλύδωνα, τῆς αἱρέσεως, ὦ Ἀθληφόροι ἀήττητοι, καὶ βραβεύσῃ πιστοῖς τὴν ὁμόνοιαν, αἰτεῖσθε δυσωποῦμεν, ἀκαταπαύστως καλλιπάρθενοι.

Νύκτα τὴν τοῦ βίου Πάνσοφοι, διαδραμοῦσαι τὴν ἡμέραν ἐφθάσατε, τὴν ἀνέσπερον, μαρτυρικῶς ἀγαλλόμεναι, καὶ παρθένων καυχώμεναι χάριτι, καὶ θείας βασιλείας, τῆς ἀκηράτου ἀξιούμεναι.