Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 19 Σεπτεμβρίου 2009

ΤΡΥΦΗΝ ΤΗΝ ΑΔΑΠΑΝΗΤΟΝ ΠΟΘΩΝ ΚΛΗΡΩΣΑΣΘΑΙ ΤΡΟΦΙΜΕ ΜΑΡΤΥΣ...

Τρυφὴν τὴν ἀδαπάνητον, ποθῶν κληρώσασθαι, Τρόφιμε Μάρτυς, πόνοις τοῦ σώματος, σὺ ἐνετρύφας, καὶ δὴ μετέστης ἐκ φθορᾶς, πρὸς τὴν ἀφθαρσίαν ἀγαλλόμενος, καὶ τῶ μαρτυρίω ἐγκοσμούμενος, διὸ ταὶς σαὶς πρεσβείαις, αἴτησαι πᾶσι μάκαρ τὸ μέγα ἔλεος.

Σαββάτιος ὁ ἔνδοξος, πολλαὶς κολάσεσιν ἐγκαρτερήσας, νὺν ἐσαββάτισεν εἰς τὰς ἐπαύλεις, τῶν οὐρανῶν περιχαρῶς, γέρα τῶν ἀγώνων κομιζόμενος, δήμοις τῶν Ἀγγέλων ἀριθμούμενος, αὐτοῦ Χριστὲ πρεσβείαις, δώρησαι τῶ λαῶ σου τὸ μέγα ἔλεος.

Ἀθέων βουλευτήριον, ἀποκρουσάμενος βουλαὶς ἐνθέοις, τὸν νοῦν ὠχύρωσεν ὁ Δορυμέδων, καὶ προσεχώρησε στερρῶς, πρὸς τὰ τῶν βασάνων πειρατήρια, νίκης τε βραβεῖα κομισάμενος, Χριστῷ συμβασιλεύει, πάντοτε ὑπὲρ πάντων ἡμῶν δεομενος.