Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 19 Σεπτεμβρίου 2009

Η ΦΩΝΗ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΜΩΥΣΕΩΣ, Ο ΘΕΟΣ ΠΕΠΛΗΡΩΤΑΙ...

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεὸς πεπλήρωται, ἡ λέγουσα, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται, Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοίς, ὕμνον σοὶ προσφέροντα καὶ λέγοντα, Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοί.