Σύνεσιν ἔσχηκας, ὡς εἰρηνεύσας ἐκ παθῶν Ὅσιε, νοῦν καὶ ψυχήν, ὅθεν διαλύεις τὰς ἔριδας Πιστῶς, τῶν βασιλευόντων, καλῶς πειθομένων σοί.
Τὰς ἀκοὰς ὑποθεῖς, σοὶ Βασιλέων ὁ πιστὸς ἔλυσεν, ἔχθραν μακράν, ὄλεθρον γεννῶσαν, καὶ τὴν ἀδελφικήν, ὁμόνοιαν στέργει, θεόφρον Εὐμένιε.
Οἵα πυρσὸς ἐπιστάς, Ῥώμην φωτίζεις ἐκτελῶν θαύματα, καὶ τοὺς παθῶν, βυθῶ νηχομένους, πρὸς ὅρμον γαληνόν, ἰάσεως Μάκαρ, σοφῶς ἐκκαλούμενος.