Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 31 Μαρτίου 2009

ΟΔΟΥΣ ΗΜΙΝ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΤΟΝ ΧΡΟΝΟΝ....

Ὁδοὺς ἡμῖν τῆς Νηστείας τὸν χρόνον, τοῦ ἐπιστρέψαι καὶ ζῆσαι, καὶ μηδαμῶς ἀπολέσθαι, Λόγε Θεοῦ, καταξίωσον πάντας, εὐαρεστήσαί σοὶ καλῶς, καὶ ἐν θερμῇ κατανύξει, θεραπεύσαί σε Χριστέ, ὥσπερ ἡ Πόρνη ἡ σώφρων καὶ σεμνή, ἡ ποτὲ τῶ μύρω, καὶ ταὶς προσχύσεσί τῶν τῶν πταίσμάτων λαβοῦσα τὴν θερμῶν δακρύων, ἄφεσιν.
Ὡς ὁ Τυφλὸς ἐκ καρδίας σοὶ κράζω. Υἱὲ Θεοῦ φώτισόν μου, τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ὡς ἡ πιστὴ Χαναναία βοῶ σοί. Ἐλέησόν με Οἰκτίρμον, καὶ γὰρ ψυχὴν δαιμονώσαν, κέκτημαι ταὶς ἡδοναίς, ἣν ἀπαλλάξας τοῦ σκότους τῶν παθῶν, τὸ λοιπὸν βιῶσαι, καθαρῶς ποίησον, ἵνα δοξάζω σου τὴν πολλὴν ἀγαθότητα.