Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 6 Ιανουαρίου 2009

ΟΤΕ ΠΡΟΣ ΑΥΤΟΝ Ο ΠΡΟΔΡΟΜΟΣ

Ὅτε πρὸς αὐτὸν ἐρχομενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν, ἴδε, ὁ λυτρούμενος τὸν κόσμον παραγέγονεν ἐκ φθορᾶς, ἴδε, ῥύεται ἡμᾶς ἐκ θλίψεως, ἰδού, ὁ ἁμαρτημάτων ἄφεσιν χαριζόμενος, ἐπὶ γῆς ἐκ Παρθένου Ἁγνῆς ἐλήλυθε δι' ἔλεον, καὶ ἀντὶ δούλων, υἱοὺς Θεοῦ ἐργάζεται, ἀντὶ δὲ σκότους φωτίζει τὸ ἀνθρώπινον, διὰ τοῦ ὕδατος τοῦ θείου Βαπτισμοῦ αὐτοῦ. Λοιπὸν δεῦτε συμφώνως αὐτὸν δοξολογήσωμεν, σὺν Πατρὶ καὶ Ἁγίω Πνεύματι.