Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 24 Αυγούστου 2022

Χεῖρας πετάσας ἔνδοξε, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, μέσον τοῦ πεδίου, προσπαλαίων λέουσιν, ἀπήμαντος ἔμεινας, ὡς ὁ Προφήτης πρὶν Δανιήλ, Ἄγγελον ἀεί, περιφρουροῦντά σε ἔχων, καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 Χεῖρας πετάσας ἔνδοξε, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, μέσον τοῦ πεδίου, προσπαλαίων λέουσιν, ἀπήμαντος ἔμεινας, ὡς ὁ Προφήτης πρὶν Δανιήλ, Ἄγγελον ἀεί, περιφρουροῦντά σε ἔχων, καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.


Ἀλογωτάτως βλέπων σε, ὑπ' ἀνόμων κρινόμενον, θὴρ ὁ πρὸς τὴν σήν, εὐτρεπισθεὶς ἀπώλειαν, τρανῶς ἀποφθέγγεται, παντοδυνάμῳ νεύματι, καὶ τὰ μεγαλεῖα, τοῦ Σωτῆρος κηρύττει, ἐκπλήττων τοὺς βοῶντας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥώμῃ Θεοῦ καὶ χάριτι, τὸν ἀγῶνα τὸν μέγιστον, μάρτυς διανύσας, τῶν στεφάνων ἔτυχες, τῆς νίκης γηθόμενος, καὶ τοῖς χοροῖς ἠρίθμησαι, πάντων Ἀποστόλων, καὶ Ἁγίων μαρτύρων, μεθ' ὧν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἰχνηλατῶν πανεύφημε, τοῦ Χριστοῦ τὰ παθήματα, ἤθλησας νομίμως, ὡς Χριστοῦ διάκονος, καὶ χλαῖναν ἐφοίνιξας, μαρτυρικοῦ ἐξ αἵματος, ἣν περ στολισθείς, βασιλικῶς εἰς τὰ ἄνω, βασίλεια μετέστης, ἐν χαρᾷ ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.