Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 23 Φεβρουαρίου 2017

ΥΜΑΣ ΦΩΣ ΩΣΠΕΡ Ο ΧΡΙΣΤΟΣ

Ὑμᾶς φῶς ὥσπερ ὁ Χριστός, εἰς τὰ πέρατα τῆς οἰκουμένης πάσης, Ἀπόστολοι διδούς, ἀπελθόντες ἔφη διδάξατε, ἐν τοῖς ἔθνεσιν, ἵν' ἐν σαρκί με ὄντα, εἰδῆτε ἐγκρατείᾳ διαιτώμενον, καὶ τοῦ ἐχθροῦ ὅλον τὸ σθένος πατοῦντα, καὶ ὁδὸν ἀνθρώποις, δεικνύοντα εὐθεῖαν.

Ἔδειξας βαίνουσαν Χριστέ, τὴν ἐγκράτειαν εἰς ἱλασμὸν τῶν βροτῶν, παθῶν τε χωρισμόν· δι' αὐτῆς γάρ σου οἱ Ἀπόστολοι εὐηρέστησαν, καὶ φαεινοὶ φωστῆρες, ἐπὶ τῆς γῆς ἐδείχθησαν, κηρύττοντες τὸν Κύριον τρισὶ προσώποις, μιᾷ δὲ ἐν οὐσίᾳ πᾶσι τοῖς αὐτὸν ἀνυμνοῦσι.

Τῶν ἐθνῶν κήρυκες ὑμεῖς, ἀπεστάλητε ὑπὸ τοῦ Διδασκάλου Χριστοῦ, ὦ Μαθηταί, διδαχαῖς ἐνθέοις, φωτίζειν αὐτῶν τὰ νοήματα, παθῶν τε καὶ βρωμάτων ἀπέχεσθαι, παθῶν δὲ τὴν ἐγκράτειαν, καὶ Κύριον γινώσκειν τοῦτον καὶ κτίστην, καὶ δημιουργὸν τοῦ παντὸς καὶ εὐεργέτην.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.
Ὡς ποτὲ Κάϊν ὁ φονεύς, οὐ προσήγαγον τὸ τῆς ψυχῆς μου θῦμα, ἀμώμητον Χριστέ, ἀκαθάρτῳ γνώμῃ κρατούμενος, μὴ βδελύξῃ με, προσερχόμενον οὖν σοι, διὰ νηστείας Σῶτερ ὑπεράγαθε, ἀλλ' ἔπιδε ἐπὶ τοῖς δώροις, οἷς πόθῳ ἄγω σοι Θεέ μου, ἐν καιρῷ τῆς νηστείας.
Θεοτοκίον
Ὄλβιος γέγονε γαστήρ, Θεομήτορος ὡς δεξαμένη Λόγον, παχύτητι σαρκός, ἐξ αὐτῆς μιγέντα βροτείᾳ μορφῇ καθ' ὑπόστασιν, καὶ ὤφθη πόλις Θεοῦ, ἐν ᾗ οἰκεῖν ὁ Ὕψιστος εὐδόκησε, καὶ Κύριος Θεός, βοῶμεν τὸ Χαῖρε κεχαριτωμένη, ἁγνή σοι Θεοτόκε.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...