Τετάρτη, 31 Αυγούστου 2016

ΚΑΤΑΘΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως. Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως.
Στίχοι
Χρυσῆν κορωνίδ' οἷα, σεμνὴ Παρθένε,
Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει.
Θέντο σορῷ Ζώνην πρώτῃ Πανάγνου Τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίῳ.
Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.