Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 26 Αυγούστου 2016

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας
Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.
Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ
Ἀδριανῷ σύσκηνος ἡ Ναταλία.
Ἀδριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται.
Στίχοι
Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,
Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος.
Στίχοι
Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο,
Ξίφους δραμόντες στάδιον κουφοδρόμως.
Ῥυφθεὶς ὑσσώπῳ δακρύων, Ἰβιστίων,
Εὔθυμος εἰς ἄδακρυ χωρεῖς χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ.
Στίχοι
Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος,
Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως.
Στίχοι
Ζήλῳ τὰ βασίλεια Παμβασιλέως,
ᾬκησεν υἱὸς γηΐνου βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιθόης ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Οὐκ εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως.
Κἂν εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.