Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 25 Μαΐου 2016

ΣΑΡΚΙΚΩΣ ΕΚΟΠΙΑΣΑΣ

Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων, ἑκουσίως ἐδίψησας, ἡ πηγὴ τῶν θαυμάτων, τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν Ἰησοῦ ἐπαγγειλάμενος.

Σαμαρείτιδι Κύριε, γυναικὶ προσωμίλεις, διαλέγων τὴν ἄνοιαν, τῶν ἀνόμων Ἑβραίων· ἡ μὲν γὰρ ἐπίστευσεν, Υἱόν σε εἶναι Θεοῦ, οἱ δὲ ἠρνήσαντο.

Ὕδωρ ζῶν τὸ ἁλλόμενον, ὕδωρ ἀθανασίας, ἡ πηγὴ ἡ ἀείζωος, παρέχειν ἐπηγγείλω, τοῖς πίστει τὸ Πνεῦμά σου, προσδεχομένοις Σωτὴρ τὸ προϊὸν ἐκ Πατρός.

Πέντε ἄρτοις ἐξέθρεψας, χιλιάδας πεινώντων, καὶ τοῦ κόρου τὰ λείψανα εἰς ἄλλας μυριάδας, Σωτὴρ ἐπερίσσευσας, δεικνὺς τὴν δόξαν σου τοῖς ἱεροῖς Μαθηταῖς.

Ὁ ἐσθίων τὸν ἄρτον σου, ζήσεται αἰωνίως, καὶ ὁ πίνων τὸ αἷμά σου, ἐν σοὶ μένει Σωτήρ μου, καὶ σὺ ἐν αὐτῷ μένεις, καὶ ἀναστήσεις αὐτόν, ἐν τῇ ἐσχάτῃ ῥοπῇ.

Ἐθαυμάστωσας Δέσποτα, τὴν σὴν οἰκονομίαν, πιστωσάμενος θαύμασι τὴν θείαν ἐξουσίαν, τὰς νόσους ἀπήλασας, νεκροὺς ἀνέστησας, τυφλοὺς ἐφώτισας ὡς Θεός.

Τοὺς λεπροὺς ἐκαθάρισας, τοὺς χωλοὺς ἀνωρθώσω, παραλύτους συνέσφιγξας, Αἱμόρρουν ἐθεράπευσας· ἐπέζευσας πέλαγος δεικνὺς τὴν δόξαν σου τοῖς Ἱεροῖς Μαθηταῖς.
Δόξα...
Προσκυνοῦμέν σου Κύριε τὸν ἄχρονον Πατέρα, καὶ τὴν χάριν τοῦ Πνεύματος, ἣν τοῖς σοῖς Ἀποστόλοις Θεὸς ὢν διένειμας, ἐξαποστέλλων αὐτοὺς ἐπὶ τὸ κήρυγμα.