Τετάρτη, 6 Απριλίου 2016

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Νυσταγμὸν ἀμελείας ἀποκρουσάμενος, ἀρετῶν ἐμμελείᾳ Πάτερ ἠγρύπνησας, ἕως τοῦ Θεοῦ, Ἰακὼβ ὤφθης σκήνωμα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θυρεῷ εὐσεβείας περισκεπόμενος, καὶ ὡς δίστομον ξίφος ἀναλαβόμενος, δόγμα τὸ σεπτόν, πάσας ὄντως συνέκοψας, τῶν αἱρετιζόντων τὰς φάλαγγας θεόφρον.

Ἀναιμάκτους θυσίας Θεῷ προσήγαγες, ταπεινώσει καρδίας, Πάτερ Εὐτύχιε θύων διὰ σέ, τὸν τυθέντα ὡς πρόβατον, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὑφαιρέσει τοῦ χείρονος ἀνυψούμενος, τοῖς αΰλοις, Ἀγγέλοις ἐξομοιούμενος, ἔτι τῇ σαρκὶ ἐνδημῶν ἐξεδήμησας, ἔρωτι ἀσχέτῳ, πρὸς ὃν Χριστὸν ἐπόθεις.