Τρίτη, 5 Απριλίου 2016

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ ΤΗ ΠΕΡΣΙΚΗ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ταθεὶς Οὐΐκτωρ, τὰς πλευρὰς κατεξάνθης πανένδοξε, ὅλμῳ συνθλασθείς, καὶ γλῶτταν δὲ ἐκτμηθείς, ἀναμέλπων τετελείωσαι· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἰσχὺϊ Μάρτυς, τοῦ θείου Πνεύματος Κλαύδιε, νώτου καὶ κοιλίας μάστιγας ὑποστάς, σιαγόνας συντριβόμενος, χεῖρας καὶ πόδας τε, προσαφῃρέθης, ὑμνῶν τὸν Κύριον.

Μεγαλοφρόνως, ὦ Νικηφόρε δακτύλων στέρησιν, ὄντως ὑπομείνας Μάρτυς νεανικῶς, συντριβήν τε παντὸς σώματος, νίκης διάδημα, φερωνυμίᾳ σὺ ἀναδέδησαι.