Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 12 Απριλίου 2016

ΒΑΣΙΛΕΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΑΡΙΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, Ἔπισκόπου Παρίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Χαίρων τελεύτα, Βασίλειε τρισμάκαρ.
Ἐκεῖ γὰρ ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης.
Δωδεκάτῃ Βασίλειε ταφήϊα δύσσαο νεκρός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ, ἀνεκομίσθη ἡ τιμία Ζώνη τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἀπὸ τῆς ἐπισκοπῆς Ζήλας ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ, τῶν Πορφυρογεννήτων, μετὰ δὲ ταῦτα, ὕστερον μετετέθη ἐν τῇ ἁγίᾳ σορῷ τῶν Χαλκοπρατείων, κατὰ τήν τριακοστὴν πρώτην τοῦ Αὐγούστου μηνός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀνθούσης, θυγατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου.
Στίχοι
Ῥίζης δυσώδους καρπὸς εὐώδης μάλα,
Ἀνθοῦσα σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δήμη καὶ Πρωτίωνος.
Στίχοι
Πρῶτος κεφαλὴν Πρωτίων ἀφῃρέθη,
Μεθ' οὗ κάραν προὔτεινε Δήμης δημίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρτέμωνος.
Στίχοι
Εὗρε στεφάνους ἀρτίτμητος Ἀρτέμων
Πρέποντας αὐτοῦ τῇ τετμημένῃ κάρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριῶν Μαρτύρων Μηνᾶ, Δαυΐδ, καὶ Ἰωάννου.
Στίχοι
Δούλους Θεοῦ τρεῖς Ἀββάδας παθοκτόνους
Τοξεύμασι κτείνουσιν ἀνθρωποκτόνοι.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.