Πέμπτη, 14 Απριλίου 2016

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἀσεβείας κατεσβέσατε τὴν κάμινον, ὄμβροις σεπτοῦ κηρύγματος, ὡς Ἀπόστολοι, ὡς δὲ θεῖοι ὄντες, Ἀθληταί, αἱμάτων ῥοαῖς εἰδωλικήν, ὕλην ἐφλέξατε Σοφοί· ὅθεν δοξάζεσθε.

Διελθόντες ὡς ὑπόπτεροι γῆν ἅπασαν, Ἀπόστολοι πανεύφημοι, θεῖον κήρυγμα τῶν ἐθνῶν ἐσπείρατε ψυχαῖς, ὡς ἄριστοι ὄντες γεωργοί, καὶ ὥσπερ σῖτον τῷ Χριστῷ, πάντας προσήξατε.

Ὡραιώθητε ὡραίοις ὑμῶν στίγμασιν, Ἀρίσταρχε καὶ Τρόφιμε, ἐλαμπρύνθητε ὑπὲρ πάντα δόκιμον χρυσόν, σὺν Πούδῃ τῷ ὄντως θαυμαστῷ, διὰ παντὸς ὑπὲρ ἡμῶν, ἐκδυσωποῦντες Χριστόν.