Παρασκευή, 15 Απριλίου 2016

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἰδεῖν ἐφιέμενος Χριστόν, στολαῖς ἐφαίδρυνας, τῶν ἀρετῶν σεαυτόν, ἐξυφανθείσαις σοι ἄνωθεν, καὶ παρίστασαι γηθόμενος, τῷ ἀθανάτῳ Βασιλεῖ βοῶν πανόλβιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νοὸς καρτερίᾳ τὸν πικρόν, ὑπέστης θάνατον, πυρὶ ὀπτώμενος, ὡς ἄρτος Ἔνδοξε ἥδιστος, τοῦ τῶν ὅλων Βασιλεύοντος, ᾧ παριστάμενος βοᾷς, ἀγαλλομένῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εἰληφὼς παρὰ Θεοῦ σαφῶς, τὴν χάριν Ἔνδοξε λύειν νοσήματα, διώκειν πνεύματα πάντοτε, τὴν ψυχὴν ἐξασθενοῦσάν μου, ἁμαρτιῶν ταῖς προσβολαῖς, ἴασαι δέομαι, ἵνα κράζω· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στίγμασι πολλοῖς ὡραϊσθείς, ὑπῆλθες Ἅγιε, τὸ πῦρ τὸ ἄστεκτον, καὶ ὡς ὀχήματι ἔνδοξε ἐπιβὰς τούτῳ, ἀνέδραμες, πρὸς ὃν ἐπόθησας Θεόν, μέλπων γηθόμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.