Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 2 Απριλίου 2016

ΟΙ ΕΚ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΚΑΤΑΝΤΗΣΑΝΤΕΣ ΠΑΙΔΕΣ

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ».

Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἐγκρατείας Πάτερ ἐδείχθης ἡμῖν, τὰ πάθη κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως, ὁ τῶν πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.

Νῦν ἀΰλοις χορείαις, ὁμιλῶν θεομάκαρ καὶ τῆς λαμπρότητος, τῆς ἄνω βασιλείας, ἀλήκτως ἀπολαύων, ἐποπτεύεις τοὺς ψάλλοντας, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Ἐν τῇ ὁμολογίᾳ, τῇ τῆς Πίστεως Πάτερ ἔμεινας ἄτρεπτος· Χριστὸν γὰρ εἰκονίζων, σαρκὶ καὶ περιγράφων, προσεκύνεις καὶ ἔκραζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Ἰησοῦ τοῦ Δεσπότου, ἐν τῷ σώματι φέρων Πάτερ τὰ στίγματα, κἀμὲ καταστιχθέντα, τῷ βέλει τοῦ Βελίαρ, ἰατρεύεις κραυγάζοντα, ὁ τῶν Πατέρων ἡμων Θεὸς εὐλογητός εἶ.