Πέμπτη, 7 Απριλίου 2016

ΟΙ ΕΚ ΤΗΣ ΙΟΥΔΑΙΑΣ, ΚΑΤΑΝΤΗΣΑΝΤΕΣ ΠΑΙΔΕΣ

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

Οὐδαμῶς ἀπονείμας, ἀλογώτατον σέβας ξοάνοις ἔνδοξε, πυρὸς τὴν τιμωρίαν, ὑπήνεγκας ἀνδρείως, ἐκβοῶν Καλλιόπιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑψηλῇ διανοίᾳ, ἐκμιμούμενος Μάρτυς τὸν ὑψωθέντα Σταυρῷ, ὑψώθης ἐπὶ ξύλου, θελήσει ἀντιστρόφως, τὴν πορείαν ποιούμενος, πρὸς οὐρανὸν ἐν χαρᾷ, ὑπὲρ ἡμῶν πρεσβεύων.

Πολυτρόποις αἰκίαις, ὁμιλήσας γενναίῳ Μάρτυς φρονήματι, πολλῶν κατηξιώθης, κραυγάζων ἐν ὑψίστοις, ἀγαθῶν Καλλιόπιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.