Τετάρτη, 6 Απριλίου 2016

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Χιονώδη τὴν ψυχὴν Πάτερ κτησάμενος, τῶν ἀρετῶν λευκότητι, ἐξωμοίωσαι τοῖς Ἀγγέλοις· ὅθεν σὺν αὐτοῖς χορεύεις γηθόμενος βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἱερεῖον ὥσπερ ἄμωμον προσήγαγες, σαυτὸν ἐκ βρέφους Ὅσιε, τῷ Δεσπότῃ σου, ἡδονῶν νεκρώσει ἀληθῶς· διὸ ἀγαλλόμενος βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Οἱ κρουνοί σου τῶν δακρύων Πάτερ ἔσβεσαν, πυρκαϊὰν σαρκὸς ἡδονῶν, καὶ γεγόνασιν, ἰαμάτων δρόσος τοῖς πιστῶς, κραυγάζουσι πάντοτε Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν