Παρασκευή, 1 Απριλίου 2016

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ ΔΕΕΙΡΑ ΛΑΤΡΕΥΟΜΕΝΗΣ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεειρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Νικῆσαι ζητῶν, ὁ ἀλάστωρ πᾶσαν γῆν, ἀντενικήθη, ὑπὸ γυναίου ὁ καυχώμενος, καὶ φρυαττόμενος ἄμετρα, καὶ νενεκρωμένος ὁρᾶται ὁ νεκρώσας τὸν ἄνθρωπον, καὶ τῆς τρυφῆς τῆς ζωηρᾶς ἀποβαλλόμενος.

Ὁ θρέψας ποτέ, παραδόξως τὸν λαὸν ἐν τῇ ἐρήμῳ οὗτος θεόφρον σοι γεγένηται ἀναψυχὴ καὶ παράκλησις, τρέφων ἀπορρήτῳ δυνάμει, καὶ ποτίζων κραυγάζουσαν· Εὐλογητός εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Σταυρῷ κραταιῶς, πεφραγμένη τῶν παθῶν τὰς τρικυμίας, ἀπετινάξω ὥσπερ θάλασσαν, θεοπτικῶς διατέμνουσα· τῆς ἐπαγγελίας πρὸς γῆν δέ, ἀπαθῶς διαβαίνουσα, κληροδοσίαν κατοικεῖς τὴν ἀδιάρρευστον.

Ἀπείροις ὁρμαῖς, τὸ ἑδραῖον καὶ στερρὸν τῆς καρτερίας σου, καταπαλαῖσαι ὁ ἐπίβουλος, τῶν εὐσεβῶν οὐ κατίσχυσεν· ὅθεν τῆς αὐτοῦ ἀπωλείας, κατεπαίρου κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.