Πέμπτη, 7 Απριλίου 2016

Ο ΤΟΥΣ ΠΑΙΔΑΣ ΔΡΟΣΙΣΑΣ ΕΝ ΚΑΜΙΝΩ

«Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ Παρθένον φυλάξας μετὰ τόκον, τὴν σὲ τεκοῦσαν, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Τῇ ἐλλάμψει τοῦ Πνεύματος τοῦ θείου, τὴν ἐντεῦθεν προέγνως πρὸς τὰ κρείττω, μετάστασίν σου, καὶ νῦν χορεύεις Ὅσιε, εἰς τὰς ἐκεῖθεν μονάς.

Εἰς νυμφῶνα τῆς ἄνω βασιλείας, ἐστολισμένος εἰσῆλθες ἐπαξίως, καὶ ἀνεκλίθης, σὺν τῷ νυμφίῳ Ὅσιε, εἰς εὐωχίαν τῆς ἀΰλου τρυφῆς.

Ἀμοιβὴν σοι τῶν πόνων ἑτοιμάσας, δεῦρο πρὸς με, προσεῖπεν ὁ τῶν ἔργων, μισθαποδότης· μεθ' οὗ ἀγάλλῃ Ὅσιε, εἰς αἰωνίους σκηνάς.