Δευτέρα, 11 Απριλίου 2016

ΝΙΚΗΤΑΙ ΤΥΡΑΝΝΟΥ

«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Λυπηρῶν τοῦ βίου, καὶ δεινῆς συγχύσεως λελυτρωμένος, τὴν χαρὰν Παμμάκαρ, καὶ τὴν ἀγαλλίασιν τὴν ὑπὲρ λόγον, ἐκομίσω μέλπων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πατρικῶν δογμάτων, θερμῶς προϊστάμενος τὰς γλωσσαλγίας, τῶν βλασφήμων Πάτερ, εὐχερῶς διέλυσας ἱεροφάντορ· Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς τερπνὸς ὁ τόπος, ἐν ᾧ κατεσκήνωσας Ἱερομύστα! ὡς ὡραῖον Πάτερ, τὸ σὸν ἐνδιαίτημα, ὃ ἐκπληρώσω! Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.