Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 10 Απριλίου 2016

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΕΡΕΝΤΙΟΥ ΠΟΜΠΗΙΟΥ ΜΑΞΙΜΟΥ ΜΑΚΑΡΙΟΥ ΑΦΡΙΚΑΝΟΥ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Πομπηΐου, Μαξίμου, Μακαρίου, Ἀφρικανοῦ καὶ τῶν σὺν αὐτοῖς.


Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηΐου καὶ ἑτέρων τριάκοντα ἕξ, ἔτι δὲ καὶ τῶν περὶ τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον.
Στίχοι
Ἔπαθλα ποῖα τῆς τομῆς Τερεντίῳ;
Ἃ μὴ προσέσχεν ὄψις, οὖς ἡ καρδία.
Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι.
Δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα.
Ἀσφάραγον δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Προφήτιδος Ὀλδᾶς.
Στίχοι
Ἀφῆκεν Ὀλδᾶ πνεῦμα μέλλοντα βλέπον,
Ἡ Πνεύματος γέμουσα θείου πυθία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰακώβου Πρεσβυτέρου, καὶ Ἀζᾶ Διακόνου.
Στίχοι
Τὸν Ἰάκωβον καὶ τετμημένον γράφω,
Καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος.
Τμηθεὶς ὁ Χριστοῦ Λευΐτης, Ἀζᾶ κάραν,
Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.