Παρασκευή, 11 Μαρτίου 2016

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἱεραρχικῆς Ἱερουργίας, τῷ μύρῳ καθηγιάσθης τῷ τῆς χάριτος, ἔνθα πεφανέρωται, κόσμου ἡ σωτήριος Ἱεραρχία, πάνσοφε, Πάτερ Σωφρόνιε· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σοφίαν τιμῶν διαφερόντως, στεφάνῳ τῷ τῶν χαρίτων ἐστεφάνωσαι, δόξαν τὴν ἀμάραντον, πλοῦτον ἀναφαίρετον, τὸ τῆς σοφίας, Ἔνδοξε δῶρον δεξάμενος, καὶ Κύριον ὑμνεῖτε, κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἱεροπρεπῶς Ἱερομύστα, τὴν θείαν δικαιοσύνην ἐνδυσάμενος, ἴθυνας Πανόλβιε, Πάτερ γενναιότατα, τὸ τοῦ Δεσπότου ποίμνιον λόγοις καὶ πράξεσι· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μεγαλοπρεπῶς καὶ ὑπὲρ λόγον, ὁ Λόγος ὁ τῷ Πατρὶ Πάτερ συνάναρχος, λόγον σοι δεδώρηται, λόγους διατρέφοντα, καὶ γλωσσαλγίας λύοντα τὰς τῶν αἱρέσεων, τόν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.