Σάββατο, 12 Μαρτίου 2016

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Θεώμενος Μάκαρ τὸ στερρόν, τῆς σῆς ἐνστάσεως, Λέων ὁ τύρραννος, ὑπερορίᾳ σε ἔπεμψε, πικροτάτῃ παμπόνηρος, ἐν εὐφροσύνῃ δὲ βοῶν, ταύτην ὑπήνεγκας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐπὶ τὸ πρωτότυπον εἰδώς, τὴν τῆς εἰκόνος τιμὴν διαβιβάζεσθαι, ἐπὶ τὸ στάδιον ἔδραμες, Ἀθλητὴς ὡς ἐννομώτατος, καὶ νικητὴς ἀναδειχθείς, στέφανον εἴληφας, ἀναμέλπων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Οὐράνιον ἀντὶ τῆς ἐν γῇ, σκηνὴν σοι δέδωκεν, ὁ πάντων Κύριος, ἀντὶ στενώσεως· εὗρες γάρ, πλατυσμὸν ἀγαλλιάσεως, ἐν Παραδείσῳ τῆς τρυφῆς, μετὰ Μαρτύρων βοῶν· εὐλογεῖτε, πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.

Φωτὶ ἐλαμπρύνθης νοητῷ, τοῦ θείου Πνεύματος, μάκαρ Θεόφανες· ὅθεν ἰάματα βρύεις νῦν, τοῖς ἐν πίστει σοι προστρέχουσι, καὶ τὴν ἁγίαν σου σορόν, πόθῳ γεραίρουσι, καὶ βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.